Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.226 Joseph. AJ 8.229 (English) >>Joseph. AJ 8.234

8.228ἄνθρωπος γὰρ κατεσκεύακε τὸν ναόν, πεποίηκα δὲ κἀγὼ δύο χρυσᾶς δαμάλεις ἐπωνύμους τῷ θεῷ καὶ τὴν μὲν ἐν Βηθήλῃ πόλει καθιέρωσα τὴν δʼ ἐν Δάνῃ, ὅπως ὑμῶν οἱ τούτων ἔγγιστα τῶν πόλεων κατῳκημένοι προσκυνῶσιν εἰς αὐτὰς ἀπερχόμενοι τὸν θεόν. ἀποδείξω δέ τινας ὑμῖν καὶ ἱερεῖς ἐξ ὑμῶν αὐτῶν καὶ Ληουίτας, ἵνα μὴ χρείαν ἔχητε τῆς Ληουίτιδος φυλῆς καὶ τῶν υἱῶν Ἀαρῶνος, ἀλλʼ βουλόμενος ὑμῶν ἱερεὺς εἶναι προσενεγκάτω μόσχον τῷ θεῷ καὶ κριόν, καὶ τὸν 8.229πρῶτον ἱερέα φασὶν Ἀαρῶνα πεποιηκέναι.” ταῦτʼ εἰπὼν ἐξηπάτησε τὸν λαὸν καὶ τῆς πατρίου θρησκείας ἀποστάντας ἐποίησε παραβῆναι τοὺς νόμους. ἀρχὴ κακῶν ἐγένετο τοῦτο τοῖς Ἑβραίοις καὶ τοῦ πολέμῳ κρατηθέντας ὑπὸ τῶν ἀλλοφύλων αἰχμαλωσίᾳ περιπεσεῖν. ἀλλὰ ταῦτα μὲν κατὰ χώραν δηλώσομεν. 8.230

Ἐνστάσης δὲ τῆς ἑορτῆς ἑβδόμῳ μηνὶ βουλόμενος καὶ αὐτὸς ἐν Βηθήλῃ ταύτην ἀγαγεῖν, ὥσπερ ἑώρταζον καὶ αἱ δύο φυλαὶ ἐν Ἱεροσολύμοις, οἰκοδομεῖ μὲν θυσιαστήριον πρὸ τῆς δαμάλεως, γενόμενος δὲ αὐτὸς ἀρχιερεὺς ἐπὶ τὸν βωμὸν ἀναβαίνει σὺν τοῖς ἰδίοις ἱερεῦσι. 8.231μέλλοντος δʼ ἐπιφέρειν τὰς θυσίας καὶ τὰς ὁλοκαυτώσεις ἐν ὄψει τοῦ λαοῦ παντὸς παραγίνεται πρὸς αὐτὸν ἐξ Ἱεροσολύμων προφήτης Ἰάδων ὄνομα τοῦ θεοῦ πέμψαντος, ὃς σταθεὶς ἐν μέσῳ τῷ πλήθει τοῦ βασιλέως ἀκούοντος εἶπε τάδε πρὸς τὸ θυσιαστήριον ποιούμενος τοὺς λόγους·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.226 Joseph. AJ 8.229 (English) >>Joseph. AJ 8.234

Powered by PhiloLogic